[ ] Phokis — Delphi — 252/1 BC?
1 Δελφοὶ ἔδωκαν Σοφοκλεῖ Ἀριστοβούλου Φωκεῖ ἐν Κασ[σ]ανδρείαι οἰκοῦντι, Φίλωνι [․c.6․․] Πελλαίωι,
Ἀλεξάνδρωι Λ[․․․]ου Ἐδ<ε>σσαίωι, Ἀντιγόνωι Ἀσάνδρου Ἰχναίωι, Πολι̣τ̣άρχωι [․c.6․․] Μελιβοιεῖ,
Ματρικέτηι Παντέα Περινθίωι, Μελεσικράτει Ἀριστομένει ἐν Ἡραίωι τείχει, Διοδώρωι Μίθρεος Κυζικηνῶι,
Ἱέρωνι Ἀπολλοδώρου Καλλατιανῶι, Σωκρίτωι Κράθωνος Χερσονασίτηι, Διονυσίωι Διονυσίου Βορυσθενίτηι,
5 Νικίαι Ἡρακλείδου Βουσπορίτηι, Γλαύκωνι Σίμου Κυθνίωι, Ἱερο[κλ]εῖ, Ἀρτεμιδώρωι Βαρ̣γυ̣λ̣ιήταις, Μάχονι
Σαμοθρᾶικι αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προδικίαν, προεδρίαν, ἀσυλίαν, θεαροδοκίαν,
ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Χαριξένου,
βουλευόντών Χάρητ[ο]ς, [Τι]μοκράτεος, Καλλιφάνεος.
Search Help