[ ]
Phokis — Delphi — 161/0 BC?
| 1 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἄρχω- |
| νος τοῦ Καλλία, Νικομάχου τοῦ Δεξίππου, γραμματεύοντος Ἀθάμβου τοῦ Ἁβρομά- | |
| χου, μηνὸς Ἰλαίου, ἀπέδοτο Εὐκράτης Χάρητος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον, ἇι ὄνομα Νικοβούλα, καὶ τὰ ἐνδύματα τὰ Νικοβούλας πάντα καὶ τὰ χρυσία | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχει· βεβαιωτὴρ κατ[ὰ τ]οὺς νόμους τᾶς |
| πόλιος Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
| τὰν ὠνάν, ὅπως ἐλευθέρα ἦται Νικοβούλα ἐπί κα μεταλλάξῃ τὸν βίον Εὐκράτης· | |
| εἰ δέ τις καταδουλίζοιτο Νικοβούλαν μεταλλάξαντος Εὐκράτεος τὸν βίον, κυρί- | |
| α ἔστω ἅ τε πόλις τῶν Δελφῶν καὶ ἄλλος ὁ θέλων συλέοντες καὶ προϊστάμε- | |
| 10 | νοι ἀζάμιοι καὶ ἀνυπόδικοι ὄντες. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν- |
| τας, ἰδιῶται Ἄρχων, Καλλίστρατος Δελφοί, Τιμογένης, Τιμοκράτης, Κᾶφις, Ἀρχέστρα- | |
| τος Λιλαιεῖς. |