[ ] Phokis — Delphi — 263/2 BC? — SIG(3) 446
1 Δελφοὶ ἔδωκαν Ἀβαιοκρίτωι Ἀβαιοδώρου Θηβαίωι αὐτῶι καὶ ἐκγόνοις προξενίαν,
προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄλ-
λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος Ἀμινία, βουλευόντων Τιμοκράτεος,
Ἀθάμβου, Καλλικλέος.
Search Help