FD III 3:188
[ ] Phokis — Delphi — 249/8 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Τληπολέμωι Ἡρακλείδου [Σ]ολεῖ αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν,
προε[δρ]ίαν προδικίαν, ἀσυλίαν, θεαροδοκίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Εὐκλέους, βουλευόντων Κλευμάντιος,
5 Ἀθάμβου, Ἡρακλείδα.
Search Help
Contact Us