[ ]
Phokis — Delphi — 249/8 BC
| 1 | θεοί. |
| Δελφοὶ ἔδωκαν Τληπολέμωι Ἡρακλείδου [Σ]ολεῖ αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, | |
| προε[δρ]ίαν προδικίαν, ἀσυλίαν, θεαροδοκίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Εὐκλέους, βουλευόντων Κλευμάντιος, | |
| 5 | Ἀθάμβου, Ἡρακλείδα. |