[ ]
Phokis — Delphi — undated
| 1 | [․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]ΔΑΣ․․․ΚΛ․․․․․․․․․․ΛΑ․․ |
| [․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ΙΚΙΣ[․․․․․․] ἐπελθόντες ἐπ’ ἔ[ννο]μον ἐκκλησ[ί]α[ν] | |
| [διελέγησαν ὑπὲρ Ποπλί]ου Φαρσολ[η]ίου Ῥωμαίου, ἃ[ν] ἔχων εὔνοιαν καὶ φιλαγαθ[ίαν] | |
| [διατελεῖ ․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] παρὰ τᾶς πόλιος συμπο[․․․․] | |
| 5 | [․․․․․․․ εὔχρηστον ἑαυτὸν] παρέχε[τ]αι, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων κ[αὶ] |
| [κοιναῖ καὶ ἰδίαι(?) ․․․․․․․․]ΥΜΙΙΑ․․Π․․ΩΝΔΕΚ․· ἐπὶ τούτοις· ἀγαθᾶι τύχα[ι]· | |
| [δεδόχθ]αι ταῖ πόλει τῶν Δελφῶν [ἐν ἀγο]ρᾶι [τελείωι] σύμ ψάφοις ταῖς ἐννόμοις | |
| [ἐπαινέσαι] Πόπλιον [Φ]αρσολήιον ΥΟΥΛΟΣ Ῥωμαῖον ἐπί τε τᾶι προαιρέσει καὶ ε[ὐ]- | |
| [νοίαι ἃν ἔχει] ποτὶ τὰν πόλιν τῶν Δελφῶν καὶ ἐφ’ ἇι ποιεῖται ἐκτενείαι καὶ σπουδ[ᾶι] | |
| 10 | [συμπράσσων φιλοτίμως τ]οῖς πρεσβευταῖς τοῖς ὑπὸ τᾶς πόλιος ἀποστελλομένοις [καὶ] |
| στ[εφανῶσ]α[ι] αὐτὸν τῶι [τ]οῦ θ[εοῦ] στεφάνωι ὧι πάτριόν ἐστι Δελφοῖς, δεδόσθα[ι] | |
| [δὲ αὐτῶι] καὶ ἐκγόνοις [παρὰ τᾶς πόλιος] προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, | |
| [ἀσφάλειαν], ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ | |
| [τἆλλα τίμια] πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ[πάρ]χε[ι]· | |
| 15 | [ἐπιμελεῖσθα]ι δὲ τοὺς ἄρχοντας ὅπως ἀναγραφῆ ταῦτα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος |
| [τοῦ Πυθί]ου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἀντίγραφον δὲ ὅπως ἀποσταλῆ τούτων | |
| [ποτ’ αὐτὸν τὸν] Πόπλιον. Ἐδόθησαν αἱ τιμαὶ αὐτῶι, ἄρχοντος Εὐκλείδα, βουλευόντων | |
| [․․․․․․․․․․․․]ίδα, Ἀζαράτου τοῦ Ἀντιχάρεος, γραμματεύοντος δὲ βουλᾶς [Τ]ι[μο]κρί- | |
| [του τ]οῦ Ἀντιγένεος. |