[ ] Phokis — Delphi — ca. 134 BC
1 θεὸς τύχαν ἀγαθάν.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοι[ς].
ἐπειδὴ Ἀνδρότιμος Δεξίωνος Καρυνεὺς ἐπιδαμήσας ἐν Δελφοὺς πλείον[α]
χρόνον τὰν τε ἐνδαμίαν καὶ ἀναστροφὰν καὶ διδασκαλίαν τῶν παίδων ἐ-
5 ποιήσατο ἀξίως τᾶς τε ἁμετέρας πόλιος καὶ τᾶς ἰδίας πατρίδος· ἐπαινέσ[αι]
Ἀνδρότιμον Δεξίωνος Καρυνῆ καὶ εἶμεν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλι-
ος τῶν Δελφῶν προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρί-
αν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι· εἶμεν δὲ αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔγ-
κτησιν καὶ τὰ ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις
10 τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν δευτέραν ἑξάμη-
[νο]ν Κλέωνος, Ἀζαράτου, γραμματεύοντος δὲ Ταραντίνου τοῦ Μνασιθέου.
Search Help
Contact Us