[ ]
Phokis — Delphi — ca. 134 BC?
| 1 | θεὸς τύχαν ἀγαθάν. |
| [ἔδο]ξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Με- | |
| [γαλ]οπολῖται καὶ ἐν τοῖς ἔνπροσθεν χρόνοις εὔνοοι ὄντες διατετελ̣έκατι πο- | |
| [τὶ] τὰν πόλιν ἁμῶν καὶ νῦν ἀποσταλείσας ποτὶ αὐτοὺ̣ς πρεσβείας ὑπὸ τᾶς πόλιος | |
| 5 | [ὅπω]ς ἕλωντι δικασταὶ ἄνδρες οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρί- |
| [σεις] μετὰ παντὸς τοῦ δικαίου, τόν τε πρεσβευτὰν ποτεδέξαντο φιλανθρώ<π>ως καὶ π[ε]- | |
| [ρὶ ὧν] π<α>ρεκ<άλ>ει ὑπακούσαντες τᾶς τε ἐξ ἀρχᾶς ὑπα<ρχ>ούσα{ντε}ς αὐτοῖς {²⁶ὑπαρχούσας}²⁶ αὐτοῖς ποτὶ τὰν πόλι[ν] | |
| [αἱρ]έσιος ἀπολογισμὸν ἐποιήσαντο καὶ δικαστὰς ἀ[π]έστειλαν Σωσιγέν<η> Πώλου, Ἀν[α]- | |
| [ξί]δαμον Ἀναξιβίου, Πιθίαν Ἐρασιδάμου· παραγενόμενοι δὲ οὗτοι τάν τε ἐπιδαμίαν καὶ ἀ- | |
| 10 | [ν]αστροφὰν ἐποιήσαντο ἀξίως τῶν τε ἐξαποστε<ι>λάντων αὐτοὺς καὶ τᾶς ἁμετέρας |
| [π]όλιος, καὶ τῶν ἐγκλημάτων εἱλκυσμένων ἐκ πλειόνων χρόνων τὰ μὲν ἔκριναν, τὰ δὲ | |
| συνέλυσαν πλεῖστον λόγον ποιείμενοι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δι<κ>αί- | |
| ου καὶ συνφέροντος πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Με- | |
| γαλοπολιτᾶν ἐ<π>ὶ τᾶι ἀποστολᾶι τῶν ἀνδρῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰ[ς] | |
| 15 | Σωσιγέν<η> Πώλου, Ἀναξίδαμον Ἀναξιβίου, Πιθίαν Ἐρασιδάμου, καὶ ὑπάρχειν αὐτοῖς |
| καὶ ἐκγόνοις προξενίαν, ἰσοπολιτείαν, προμαντείαν, ἀτέλειαν, προεδρίαν ἐν | |
| πάντοις τοῖς ἀγώνοις οἷς ἁ πόλις τίφητι καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
| νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ καὶ αὐτοὺς ἐπὶ ξένια ἐπὶ τὰν κοι- | |
| νὰν ἑστίαν· ἐπιμέλει[α]ν δὲ ποιήσασθαι τοὺς ἄρχοντας ὅπως ἀ<ν>αγ<ρα>φῆ τὸ ψάφισμα | |
| 20 | <ἐ>ν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ. |