[ ]
Phokis — Delphi — 139 BC?
| 1 | θεὸς τύχαν ἀγαθάν. |
| ἄρχοντος Σωσιπάτρου τοῦ Αἰακίδα, βουλευόντων τὰν πρώταν ἑξάμηνον | |
| Ἀντ[ι]γένεος τοῦ Διοδώρου, Ἁγίωνος τοῦ Κλευδάμου, γραμματεύοντος δὲ Ὑβρί- | |
| α το[ῦ] Ξ̣ένωνος ἐπ<ε>ὶ Ἀντιγένης καὶ Μνασίθεος οἱ Διοδώρου ἐπελθόντες ἐπὶ τὰν | |
| 5 | ἐκκλησίαν διελέγησαν ὑπὲρ Ἀντιγένεος τοῦ Καλλιστράτου Κιεριέος διότι ἐκ- |
| {κ}τενὴς {²⁶ἐκτενὴς}²⁶ καὶ εὔνους ὑπάρχει ποτὶ τὸ ἱερὸν καὶ τὰν πόλιν ἁμῶν καὶ περὶ πλείστου | |
| ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν αὐτοσαυτὸν εὔχρηστον ἐμ παντὶ καιρῶι | |
| παρασκευάζει καὶ κοινᾶι τᾶι πόλει καὶ καθ’ ἰδίαν ἀεὶ τοῖς ἐντυγχανόντοις τῶν πολειτᾶν | |
| ἐν ἃ κά τις αὐτὸν παρακαλῆ συνποτιγινόμενος μετὰ πάσας προθυμίας καὶ λέγων καὶ πράσ- | |
| 10 | σων διὰ παντὸς περί τε τοῦ ἱεροῦ καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν |
| Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖ<ς> ἐννόμοις, ἐπαινέσαι Ἀντιγένην Καλλιστρά- | |
| του Κιεριῆ vac. ἐπὶ τᾶι προαιρέσει ἇι ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν καὶ ὑ- | |
| πάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλί- | |
| αν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι καὶ τὰ ἄλλα | |
| 15 | [τ]ίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἀνα- |
| γράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἔν τε τῶι ἱερ[ῶι] τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφα- | |
| νεστάτωι τόπωι καὶ γράψαι δὲ ποτὶ τὰν πόλιν τῶν Κ[ι]εριέων ὅπως εἰδῶντι τὰ δε- | |
| δογμένα τᾶι πόλει. |