[ ] Phokis — Delphi — ca. 147 BC
1 ἄρχοντος Σωξένου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Παρ-
μενίων Μήδου, συνευδοκεόντων καὶ τῶν υἱῶν
Δάμωνος καὶ Σωπάτρου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον, ἇι ὄν̣ομα Ἀφροδισία, τιμᾶς ἀργυρίου
5 μνᾶν τριῶν καὶ ἡμιμναίου. βεβαιωτὴρ κατὰ τὸν νόμον
Δαμ[έ]νης Ὀρέστα· καθὼς ἐπίστευσε τῶι θεῶι Ἀφρ[οδι]-
σ̣ία τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμε̣ν καὶ ἀνέ-
φαπτον ἀπὸ πάντων, ποιέουσαν ὅ κα θέλη. μάρτυ-
ρες Ἀνδρόνικος ὁ ἱερεύς, Διονύσιος ὁ ἄρχων, Ὀρθαῖ-
10 ος Ποταναῖος, Μένων Σωτίμου, Θρασυκλῆς, Ζή-
νων, Μένης.
Search Help
Contact Us