[ ]
Phokis — Delphi — ca. 147 BC
| 1 | ἄρχοντος Σωξένου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Παρ- |
| μενίων Μήδου, συνευδοκεόντων καὶ τῶν υἱῶν | |
| Δάμωνος καὶ Σωπάτρου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον, ἇι ὄν̣ομα Ἀφροδισία, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τριῶν καὶ ἡμιμναίου. βεβαιωτὴρ κατὰ τὸν νόμον |
| Δαμ[έ]νης Ὀρέστα· καθὼς ἐπίστευσε τῶι θεῶι Ἀφρ[οδι]- | |
| σ̣ία τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμε̣ν καὶ ἀνέ- | |
| φαπτον ἀπὸ πάντων, ποιέουσαν ὅ κα θέλη. μάρτυ- | |
| ρες Ἀνδρόνικος ὁ ἱερεύς, Διονύσιος ὁ ἄρχων, Ὀρθαῖ- | |
| 10 | ος Ποταναῖος, Μένων Σωτίμου, Θρασυκλῆς, Ζή- |
| νων, Μένης. |