[ ]
Phokis — Delphi — ca. 147 BC
1 | ἄρχοντος Σωξένου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Παρ- |
μενίων Μήδου, συνευδοκεόντων καὶ τῶν υἱῶν | |
Δάμωνος καὶ Σωπάτρου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον, ἇι ὄν̣ομα Ἀφροδισία, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τριῶν καὶ ἡμιμναίου. βεβαιωτὴρ κατὰ τὸν νόμον |
Δαμ[έ]νης Ὀρέστα· καθὼς ἐπίστευσε τῶι θεῶι Ἀφρ[οδι]- | |
σ̣ία τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμε̣ν καὶ ἀνέ- | |
φαπτον ἀπὸ πάντων, ποιέουσαν ὅ κα θέλη. μάρτυ- | |
ρες Ἀνδρόνικος ὁ ἱερεύς, Διονύσιος ὁ ἄρχων, Ὀρθαῖ- | |
10 | ος Ποταναῖος, Μένων Σωτίμου, Θρασυκλῆς, Ζή- |
νων, Μένης. |