[ ]
Phokis — Delphi — ca. 50 BC
| 1 | ἄρχοντος Στράτωνος, μ[ηνὸς — — —, βουλευόντων Νι]- |
| [κία], Ἐράτωνος, Κλεομάντιος, ἀ̣[πέδοτο Εὐφροσύνα — — — —] | |
| [․․]κλέος Θηβαία, συνευαρεστεούσ[ας καὶ τᾶς θυγατέρος(?)] | |
| [αὐ]τᾶς Εὐνοίας, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι] | |
| 5 | τὰν ἰδίαν θρεπτὰν Ἀφροδεισίαν δωρεάν, ἐφ’ ὧ[ιτε ἐλευ]- |
| θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ [πά]ντω[ν]. εἰ δέ τις ἐ[φάπ]- | |
| [τ]οιτο Ἀφροδεισίας ἐπὶ καταδουλισμῶ, ὁ βεβαιωτὴρ βέ[βαι]- | |
| ον Μέντωρ Λαιάδα παρεχέτω τῶ θεῶ τὰν ὠνάν, κύριος δὲ ἔστω καὶ ὁ π[α]- | |
| ρατυχὼν συλέων ὑπὲρ τὸν θεὸν ἐλευθέραν οὖσαν [Ἀ]- | |
| 10 | φροδεισίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος [πάσ]ας δίκα[ς] |
| κα[ὶ] ζαμίας. παραμεινάτω δὲ Ἀφροδεισία Εὐ[φρο]σύναι [ἕως] | |
| [κ]α [ζ]ῆ ποιοῦσα τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατὸν. [εἰ] | |
| δὲ μὴ παραμένοι ἢ μὴ ποέοι τὸ ἐπιτασόμενον, κυ[ρία] | |
| ἔστω Εὐφροσύνα ἐπιτιμέουσα Ἀφροδεισία τρόπ[ω] | |
| 15 | ὧ κα θέλη πλὰν μὴ πωλέουσαν. μὴ ἐχέτω δὲ [ἐξ]- |
| [ουσί]αν ἀπελθεῖν ἀπὸ Εὐφροσύνας ἕως κα ζ[ῆ. εἰ δέ] | |
| [κά] τ[ι] πάθοι Εὐφροσύνα. ἐλευθέρα ἔ[στω] | |
| Ἀ[φρ]οδεισία. μάρτυροι Λαιάδας κα[ὶ] | |
| [Νικόστ]ρατος, Δαμ̣ώ̣ν̣α̣ξ̣, Νίκα[ν]- | |
| 20 | [δ]ρος, Κλεο[μ]ε̣νίδα̣ς. |