[ ] Phokis — Delphi — ca. 50 BC
1 στραταγέοντος [τ]ῶν Φωκέων Ἀρ[χ]ιδάμ[ο]υ το[ῦ ․․]ιδ[ά]μου
Λιλαῖος, ἐν δὲ Λιλαί<α> ἄρχοντος Τιμοκρά[τ]εος τοῦ Ἀσάνδρου, μη-
νὸς ἐν[ά]του, ἐν δὲ Δελ[φ]οῖς ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα,
μην[ὸ]ς [Ἰ]λαίου, βουλευόντων Νικ̣ί̣α τοῦ Κλέωνος, Ἐράτωνος τοῦ
5 Κλέωνος, Κλεομάντιος τοῦ Δείνωνος, ἀπέδοτο Ἀρίστων Πασικλέ-
ος Τειθρώνιος τῶι Ἀπόλλωνι τῶ Πυθίωι ἐπ’ ἐλευθερία σώματα γυ-
ναικεῖ<α> μὲν [δύ]ο οἷς ὀνόματα Ἀγαθαρχὶς καὶ Εὐγένεια καὶ παιδάρια δύ-
ο οἷς ὀνόματα Καλλίμαχος καὶ Νικαῖος τιμᾶς ἀργυρίου μνᾶν δέκα
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ Ἐπίνεικος Νικάρχου Λι-
10 λ[α]εύς· καθὼς ἐπίστευσαν τῶ θεῶ τὰν ὠνάν· ἐφ’ ὧτε ἐλευ-
θέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον.
εἰ δέ τις ἐφάπτοιτο Ἀγαθαρχίος ἢ Εὐγενείας ἢ Καλλιμάχου ἢ Νι-
καίου ἐπὶ καταδουλισμῶ, ἀποτεισάτω <τῶ> Ἀπόλλωνι ἀργυρίου μνᾶς [τ]ριά-
κοντα, βέβαιον παρεχόντω <τῶ> θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε-
15 βαιωτήρ, ὁμοίως δὲ καὶ ὁ παρατυχὼν [κύρ]ιος ἔστω συλέων Ἀγαθαρχὶν
καὶ Εὐγένειαν καὶ Καλλίμαχον καὶ Νικαῖον ἐλευθέρους ὄντας ἀζάμι[ος]
ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱαρεῖς τοῦ
Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Λαιάδας Βαβύλου, ἰδιῶται Φιλό-
ν̣ικος καὶ Ἀρχίας οἱ Διοδώρου, Ἀφροδείσιος, Πρωτογένης, Κλέων
20 Δελφοί, Λιλαεῖς δὲ Ξένων Λυσιδάμ[ο]υ, Ἀνδρόνικος Νεικάνδρου,
Κλεόδαμος Εὐαγόρα, Μενεκράτης Ἀριστάρ-
χου.
Search Help
Contact Us