[ ]
Phokis — Delphi — ca. 60 BC?
| 1 | ἄρχοντος Φιλονίκου, μηνὸς Θεοξενίου, βου- |
| λευόντων Εὐκλείδα, Πάτρωνος, Δάυωνος, Στράτω- | |
| νος ἀπέδοτο Ζώπυρος, συνευ<α>ρεστέοντος καὶ τοῦ ὑοῦ | |
| αὐτοῦ Ἑρμία, τῶι Ἀπ[όλλ]ωνι τῶ Πυθίωι σῶμα γυναι- | |
| 5 | κεῖον ἇ ὄνομα Ῥόδ[α, τ]ὸ γέν[ος ο]ἰκογενῆ, τιμᾶς |
| ἀργυρίου μ[ν]ᾶ[ν ἕ]ξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιω- | |
| τὴρ κατ[ὰ] τοὺ[ς ν]όμους τᾶς πόλιος Σώτηρ̣ος Κριτολάου· | |
| ἐφ’ ὧτε [ἐ]λε[υ]θέραν εἶμεν Ῥόδαν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
| των, ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν ἇ κα | |
| 10 | θέλη. εἰ δέ τις [ἐφ]άπτοιτο Ῥόδας ἐπὶ καταδουλισμῶ, |
| κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέ- | |
| ραν οὖσαν ἀζάμιος ὢν πάσας δίκας καὶ ζαμίας, καὶ | |
| ὁ βεβαι<ωτὴρ βεβαι>ούτω καὶ οἱ ἀποδόμενοι βέβ[α]ιο[ν] παρεχόντω | |
| τὰν ὠνάν. μάρτυροι οἵ τε ἱερεῖς το[ῦ] Ἀπόλλωνος Ἐμμε- | |
| 15 | νίδας, Λαιάδας, ἰδιῶται Ἀρχίας, Φιλόνικ̣ος, Σάτυρος. |