[ ]
Phokis — Delphi — ca. 50 BC
| 1 | στραταγέοντος [τ]ῶν Φωκέων Ἀρ[χ]ιδάμ[ο]υ το[ῦ ․․]ιδ[ά]μου |
| Λιλαῖος, ἐν δὲ Λιλαί<α> ἄρχοντος Τιμοκρά[τ]εος τοῦ Ἀσάνδρου, μη- | |
| νὸς ἐν[ά]του, ἐν δὲ Δελ[φ]οῖς ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα, | |
| μην[ὸ]ς [Ἰ]λαίου, βουλευόντων Νικ̣ί̣α τοῦ Κλέωνος, Ἐράτωνος τοῦ | |
| 5 | Κλέωνος, Κλεομάντιος τοῦ Δείνωνος, ἀπέδοτο Ἀρίστων Πασικλέ- |
| ος Τειθρώνιος τῶι Ἀπόλλωνι τῶ Πυθίωι ἐπ’ ἐλευθερία σώματα γυ- | |
| ναικεῖ<α> μὲν [δύ]ο οἷς ὀνόματα Ἀγαθαρχὶς καὶ Εὐγένεια καὶ παιδάρια δύ- | |
| ο οἷς ὀνόματα Καλλίμαχος καὶ Νικαῖος τιμᾶς ἀργυρίου μνᾶν δέκα | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ Ἐπίνεικος Νικάρχου Λι- | |
| 10 | λ[α]εύς· καθὼς ἐπίστευσαν τῶ θεῶ τὰν ὠνάν· ἐφ’ ὧτε ἐλευ- |
| θέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον. | |
| εἰ δέ τις ἐφάπτοιτο Ἀγαθαρχίος ἢ Εὐγενείας ἢ Καλλιμάχου ἢ Νι- | |
| καίου ἐπὶ καταδουλισμῶ, ἀποτεισάτω <τῶ> Ἀπόλλωνι ἀργυρίου μνᾶς [τ]ριά- | |
| κοντα, βέβαιον παρεχόντω <τῶ> θεῶ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε- | |
| 15 | βαιωτήρ, ὁμοίως δὲ καὶ ὁ παρατυχὼν [κύρ]ιος ἔστω συλέων Ἀγαθαρχὶν |
| καὶ Εὐγένειαν καὶ Καλλίμαχον καὶ Νικαῖον ἐλευθέρους ὄντας ἀζάμι[ος] | |
| ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱαρεῖς τοῦ | |
| Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Λαιάδας Βαβύλου, ἰδιῶται Φιλό- | |
| ν̣ικος καὶ Ἀρχίας οἱ Διοδώρου, Ἀφροδείσιος, Πρωτογένης, Κλέων | |
| 20 | Δελφοί, Λιλαεῖς δὲ Ξένων Λυσιδάμ[ο]υ, Ἀνδρόνικος Νεικάνδρου, |
| Κλεόδαμος Εὐαγόρα, Μενεκράτης Ἀριστάρ- | |
| χου. |