[ ]
Phokis — Delphi — ca. 150 BC
| 1 | ἄρχοντος Δεξώνδα, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Εὐάγγελος |
| Πάτρωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσιγέ- | |
| νης τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναί- | |
| ου, καθὼς ἐπίστευσε Σωσιγένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθε- | |
| 5 | ρον εἶμεν Σωσιγένη καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρό- |
| νον, ποιοῦντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν̣ νόμον Ἀντιγένης | |
| Διοδώρου. μάρτυροι οἱ ἱερεῖς. |