[ ]
Phokis — Delphi — ca. 148 BC
| 1 | ἄρχοντος Θευτίμου τοῦ Θευτίμου, μηνὸς Παναγυρίου, ὡς Ἀμφισσεῖς ἄγοντι, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδον- | |
| το Τέ̣λων καὶ Κλητὼ, συνευδοκέοντος καὶ τοῦ υἱ̣οῦ Στράτωνος, τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σ̣ῶμα ἀνδρεῖον ὧι ὄνομα Σῶσος, τὸ γένος Καππάδοκα, τιμᾶς ἀργυρίου̣ | |
| 5 | μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
| χρόνον. παραμεινάτω δὲ Σῶσος παρὰ Τέλωνα καὶ Κλητὼ ἄχρι οὗ κα ζώωντι Τέλων | |
| καὶ Κλητὼ ποιέων τὸ δυνατόν. εἰ δέ κα μὴ ποιέη, κύριοι ἔστωσαν ἐπιτιμέοντες | |
| αὐτὸν τρόπωι ὧι καθέλωντι πλὰν μὴ πωλέοντες. ἐπεὶ δέ κά τι πάθωντι | |
| 10 | Τέλων καὶ Κλητώ, ἐλεύθερος ἔστω Σῶσος καὶ ἀνέφαπτος ἀπὸ πάντων |
| τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον Φιλόξενος Δωροθέ- | |
| ου Ἀμφισσεύ<ς>. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ μεταλλάξαι Τέλωνα καὶ Κλητὼ Σώ- | |
| σου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰ[ν] | |
| ὠνάν. εἰ δὲ μὴ παρέχοι βέβαιον, πράκτιμος ἔστω κατὰ τὸν νόμον· ὁμοίως | |
| 15 | δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σῶσον ὡς ἐλεύ̣- |
| θερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| τυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες | |
| Τίμων Καλλικλέος, Ἀριστόβουλος Πάτρωνος, Δαμόστρατος Μενε- | |
| στράτου, ἰδιῶται Τυρβαῖος, Εὔδοκος, Τιμόκριτος, Ἰατάδας Δελφοί, Χαρίξενος | |
| 20 | Θευτίμου, Ἀλ̣έξων Χαριξένου, Ἐρύμηλος, Πολύγνωτος, Εὐβουλίδας Ἀμφισσεῖς, |
| Ξενοφάνης Τολφώνιος, Δαμόφιλος Τριτεύς. |