[ ]
Phokis — Delphi — ca. 148 BC
| 1 | [ἄ]ρχ[ον]τος ἐν Δελφοῖς Θρασυκλέος, μηνὸς Ποιτροπίου, ἐν δὲ Λοκρο̣[ῖς] |
| [ἀγω]νοθετέοντος Δεξιλάου Οἰανθέος, μηνὸς πέμπτου, ἐπὶ τοῖσδε ἀ- | |
| [πέδο]ντο Δαμόφιλος Ἀριστομάχου, Καλλικράτεια Δεξικράτεος | |
| [τῶ]ι Ἀπόλλωνι τῶι Πυθίωι σώ̣μ̣ατα δύο παιδάρια ἐνδογενῆ οἷς ὀ[νό]- | |
| 5 | [ματα] Σατυρίων, Σόφων, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τάν τι[μὰν] |
| [ἔχο]ντι πᾶσαν, καθὼς ἐπίστευσ̣αν Σατυρίων καὶ Σόφων | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφα- | |
| πτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέοντες ὅ κα θέλωντι. | |
| παραμεινάντων δὲ παρὰ Δαμόφιλον καὶ Καλλικράτειαν Σατυ- | |
| 10 | ρίων καὶ Σόφων ἄχρι οὗ κα ζώωντι Δαμόφιλος καὶ Καλλικράτεια, |
| ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ | |
| κα μὴ ποιέωντι τὸ ποτιτασσόμενον, κύριοι ἐόντων ἐπιτιμέον- | |
| τες τρόπωι ὧι κα αὐτοὶ θέλωντι. ἐπεὶ δέ κά τι πάθωντι Δαμόφιλος | |
| καὶ Καλλικράτεια, ἐλεύθεροι ἔστωσαν καὶ ἀνέφαπτοι ἀπὸ πάντων | |
| 15 | τὸν πάντα χρόνον. βεβαιωτῆρες καὶ προστάται κατὰ τοὺς νόμους Θευ- |
| φάνης, Ἀριστόμαχος Τρειτεῖς. εἰ δέ τις ἐφάπτοιτο μετὰ τὸ μεταλ- | |
| λάξαι Δαμόφιλον καὶ Καλλικράτειαν Σατυρίωνος καὶ Σόφω- | |
| νος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ- | |
| νάν. εἰ δὲ μὴ παρέχοιν βέβαιον, πράκτιμοι ἐόντων κατὰ τὸν | |
| 20 | νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- |
| λέοντες Σατυρίωνα καὶ Σόφωνα ὡς ἐλευθέρους ἐόντας ἀζάμ[ι]- | |
| οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱ̣[ε]- | |
| ρ̣εῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι- | |
| κος καὶ οἱ ἄρχοντες Ἀριστόβουλος, | |
| 25 | Δαμόστρατος, Τίμων, |
| καὶ ἰδιῶται Τιμόκρι- | |
| τος, Δωροκλῆς, Εὔ- | |
| νικος Τριτεῖς. |