[ ]
Phokis — Delphi — ca. 146 BC
| 1 | [ἄρχοντος] Βαβύλου τοῦ Αἰακίδα μη[νὸς Θεοξ]ενίου ἐπὶ τοῖσδε ἀπέδοτ[ο] |
| [Δίων․․]ωνος, σηνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Μενοῦς καὶ τ[οῦ] | |
| [υἱοῦ․․]ωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐβιότα̣ | |
| [τὸ γένος οἰκ]ογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| 5 | [ἐπίστευ]σε Εὐβιότα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- |
| [π]τ̣ος ἀπὸ πάντων τὸν πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα | |
| [ο]ἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξένων Γλαύκου. εἰ δέ τις ἅπτοι- | |
| το Εὐβιότας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ- | |
| ποδόμενος Δίων καὶ ὁ βεβαιωτὴρ Ξένων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι | |
| 10 | τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα- |
| τυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὐβιόταν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι | |
| [ἐό]ντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό- | |
| [νι]κος καὶ οἱ ἄρχοντες Ἰατάδας Πάτρωνος, Ἀρχέλαος Δαμοσθένεος, Ἁγίων | |
| [Κλ]ευδάμου καὶ ἰδιῶται Μένης Πισιστράτου, Δαμοσθένης Ἄρχωνος, Διο- | |
| 15 | νύσιος Ἰρανίωνος, Ἀλέξων Χαριξένου, Τιμόκριτος Εὐκλεί̣δα, Καλ- |
| λίστρατος. |