[ ]
Phokis — Delphi — ca. 146 BC
| 1 | [ἄρχοντος Βαβύλου τοῦ Αἰακί]δα, μηνὸς Ἐνδυσποι[τρ]οπίου, βουλευ- |
| [όντων τὰν δευτέραν ἑξ]άμηνον Ἰατάδα τοῦ Πάτρωνος, Ἀρχε- | |
| [λάου τοῦ Δαμ]οσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος | |
| [τοῦ Κλευδάμου], ἐπὶ τοῖσδε ἀπέδοτο Ζωῒς Καλλιμάχου, | |
| 5 | [συνευδοκέοντ]ος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ἀθάμβου τοῦ Ἁβρομά- |
| [χου καὶ τοῦ υἱο]ῦ αὐτῶν Ἁβρομάχου, τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
| [ωι σῶμα γυ]ν̣αικεῖον ἇι ὄνομα Παρμόνα τὸ γένος οἰκογενῆ, τι- | |
| [μᾶς ἀργυ]ρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔ- | |
| [χει πᾶσ]αν, καθὼς ἐπίστευσε Παρμόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| 10 | [τε ἐ]λ̣ευθέρα εἶμεν κα̣ὶ ἀνέφ̣α̣πτος ἀπὸ πάντων τὸν πάντα |
| [χρό]ν̣ον ποιέουσα ὅ κα θέλη κα̣ὶ ἀποτρέ̣χουσα οἷς κα θέλη. βε- | |
| [β]α̣ιωτὴρ κατὰ τὸν νόμον τᾶ[ς] πόλιος Φιλοκράτης Ξένωνος. | |
| εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Παραμόνας, βέβαιον | |
| παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ζωῒς καὶ ὁ | |
| 15 | βεβαιωτὴρ Φιλοκράτης. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι |
| τὰν ὠνάν, πράκτιμοι ἐόντων̣ κατὰ τὸν νόμον τᾶς πόλιος, ὁ- | |
| μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
| λέοντες Παραμόναν ὡς ἐλευθέ̣ραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
| όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| 20 | τυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρ- |
| χοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται Κλέ- | |
| ων Κλευδάμου, Ἐμμενίδας Καλ̣λία, Κλέων Ἥρυος, Καλ- | |
| λ̣ιάδ[ης] Καλλιδάμου, Διόδωρος Ἡράκωνος, Ξενόφαν- | |
| [τος ․․․․․]ος, Τιμ̣[όκ]ριτος Εὐκλείδα, Λέων Κότ- | |
| 25 | [․․․․․]ο[․․․․․․․․․․․․․․․․]ος Ἀθανίωνος. |