[ ]
Phokis — Delphi — ca. 157 BC
| 1 | ἄρχοντος Πατρέα, μηνὸς Ἀμαλίου, ἀπέδοτο Πολύων |
| Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Σωφρόνα τὸ γένος Καππαδόκισσαν, συνευδοκε- | |
| όντων καὶ τῶν υἱῶν Τιμοκλέος, Ξένωνος, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τὰν |
| ὠνὰν Σωφρόνα τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέ- | |
| φαπτον τὸμ πάντα βίον ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχου- | |
| σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξέ- | |
| νων Φιλοκράτεος. μάρτυροι ὁ ἱερεὺς Ἀνδρόνικος. Θευγένης, | |
| 10 | Ξένων Φιλοκράτεος, Μένης, Πατρέας, Εὐκλείδας. |