[ ]
Phokis — Delphi — ca. 161 BC
| 1 | ἄρχοντος Μενεστράτου, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Πατρέας Ἀνδρονίκου καὶ Δαμότιμος Δελφοὶ τῶι Ἀπόλ- | |
| λωνι τῶ [Π]υθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἡρακλήα, τιμᾶς ἀργυρίου μνᾶν | |
| τριῶν καὶ [τ]ὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἡρακλήα τῶι θεῶι τὰν | |
| 5 | ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων̣ τὸμ πάντα χρό- |
| νον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νό- | |
| μον τᾶς πόλιος Μέντωρ Καλλιέ̣ρου. εἰ δέ τίς κα ἐνάπτηται Ἡρακλήας ἐπὶ κατα̣- | |
| δουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Πατρέ̣- | |
| ας καὶ Δαμότιμ̣ος καὶ ὁ βεβαιωτὴρ Μέντωρ. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν | |
| 10 | ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον, ὁμοίως δὲ καὶ οἱ παρα- |
| τ̣υγχάνοντες κύριοι ἐόντων σ̣υλέοντες ὡς ἐλευθέραν ἐοῦσαν | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ̣ | |
| ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἐκέφυλος, | |
| Κλέανδρος, Πατρέας καὶ ἰδιῶται Μένης, Σωδαμίδας, Τιμόκριτος, Ἄρχων, | |
| 15 | Ἐμμενίδας Καλλία. |