[ ]
Phokis — Delphi — ca. 160 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ξένων Πει- |
| θαγόρα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο ἀνδρεῖον τε καὶ γυναικεῖ- | |
| ον οἷς ὀνόματα Μητρόδωρος καὶ Θεοδότα, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν | |
| ὠνὰν Μητρόδωρος καὶ Θευδότα, τιμᾶς ἀργυρίου στατήρων τεσσα- | |
| 5 | ράκοντα. βεβαιωτῆρες κατὰ τὸν νόμον Ἐχέφυλος Ἁ<γ>ίωνος, Μελισσί- |
| ων Εὐαγγέλου. παραμινάτω δὲ Θευδότα παρὰ Μητρόδωρον ἕως κα ζῆ | |
| Μητρόδωρος. εἰ δὲ μὴ παραμένοι, κύριος ἔστω Μητρόδωρος κολά- | |
| ζων Θευδόταν καθώς κα θέλη πλὰν μὴ ἀποδόσθω. μάρτυροι | |
| οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τῶν ἀρχόν- | |
| 10 | τῶν Ἄθαμβος Ἁβρομάχου, ἰδιῶται Ἀστόξενος, Ἀριστίων Ἄγωνος, |
| Μένης, Ξένων Γλαύκου. |