[ ]
Phokis — Delphi — 157/6 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Πατρέα τοῦ Ἀνδρονίκου, μηνὸς Βουκα- |
| τίου, ἀπέδοτο Δίων Ἀλέξωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Ψιφύρα τὸ γένος ἐξ Αἰτωλίας, | |
| συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Νικοῦς καὶ τᾶς | |
| 5 | θυγατέρος Μενοῦς καὶ τῶν υἱῶν Ἀλέξωνος καὶ Καλλία, |
| τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς αὐτοὶ εὐδόκησαν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ψει- | |
| φύραν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόν[ον] | |
| ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαι- | |
| 10 | ωτῆρ<ες> κατὰ τὸν νόμον τᾶς πόλιος Τιμόκριτος Εὐκλείδα̣, |
| Σ̣ώστρατος Ξενοκλείδα Δελφοί. εἰ δέ τις ἅπτοι- | |
| το Ψιφύρας ἐπὶ καταδουλισμῶι, βέβαιον παρε̣- | |
| χόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι | |
| καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχο̣ιν <βέβαιον> τῶι θεῶι | |
| 15 | τὰν ὠνὰν, πράκτιμοι ἐόντω κ̣ατὰ τὸν νόμον |
| τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
| τες κύριοι ἐόντων συλέοντες Ψιφύραν | |
| ὡς ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον ἀζάμιοι | |
| [ἐ]όντες καὶ ἀνυπόδικοι πάσας δίκα̣ς καὶ ζαμίας. | |
| 20 | [μ]άρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυ- |
| [θ]ίου Ἀμύντας, Ἀνδρόνικος, ἰδιῶται | |
| Εὐκλείδας Καλλείδα, Θεόφρα[σ]τος | |
| Φιλοκράτεος, Νίκαρχος Ἐράτωνος, | |
| Π̣ολύκλειτος Κλεοδάμου, Διόδ[ω]ρος Μνα- | |
| 25 | σι̣θέου, Δαμένης Ὀρέστα Δελφο[ί, Ε]ὐκλεί- |
| δας Μυα[ν]εύς, Ἀνδρόνικος Καλλιπολί̣- | |
| τα[ς] Στ̣ράταγο̣ς Πετανιεύς. |