[ ]
Phokis — Delphi — ca. 161 BC
| 1 | ἄρχο[ν]τ[ος Μενεστράτου], μηνὸς Ποιτρ[οπίου, ἐπὶ τοῖσδε ἀπέδο]το Φίλων Ἀρι[σ]τέα Δελ- |
| φός, συνευδοκ̣[ε]ό[ν]των καὶ τῶν ὑῶν Ἀρισ[τέα Τίμωνος καὶ τᾶς θυ]γατέρος Δικαίας, τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[νομα Σωτηρὶς τὸ γένος] Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν | |
| τεσσάρων, καθὼς ἐπίστευσε Σωτη[ρὶς τῶι θεῶι τὰν ὠνάν]. βεβαιωτῆρες κατὰ τὸν νόμον | |
| 5 | τᾶς πόλιος Φίλων Ἀριστέα, Ἀριστόβου[λος Πάτρωνος. παραμειν]άτω δὲ Σωτηρὶς παρὰ Φίλωνα |
| ἄχρι οὗ κα ζώη Φίλων ποιέουσα τὸ ποτ[ιτασσόμενον πᾶν τὸ] δυνατὸν ἀνενκλήτως Φί̣λ̣ωνι. | |
| 〚— — —〛 εἰ δὲ τελευτάσαι Φίλων [πρὶν τὰν θυγατέρ̣]α ἐγ̣δόμεν Δικαίαν ποτ’ ἄν- | |
| δρα, παραμεινάτω Σωτηρὶς παρὰ τὰν θυγα[τέρα Δικαία]ν 〚— — —〛 ἄχρι οὗ | |
| κα ἐγδοθῆ Δικαία ποτ’ ἄνδρα. εἰ δέ κα μὴ παρα[μένοι παρὰ] Φίλωνα ἢ τὰν θυγατέρα Δικαίαν | |
| 10 | 〚— — —〛 ἢ μὴ ποέοι τὸ ποτιτασσόμενον 〚— — —〛 ἀν[ενκλήτως πᾶ]ν δυνατὰ ἐοῦσα, ἐξ<ο>υσίαν ἐχόντων κολά- |
| ζοντες ὧι κα θέλωντι τρόπωι καὶ ἁ ὡνὰ αὐτᾶς ἄκυ[ρος ἔστω. εἰ δέ τί] κα πάθη Φίλων ἐγδεδομένας Δικαίας πο- | |
| τ’ ἄνδρα ἢ ὕστερον ἐγδοθῆ Δικαία παθόντος τι Φίλωνος, ἐ[λευθέρα ἔσ]τω Σωτηρὶς καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
| πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κ[α θέ]λη. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίδος ἐπὶ καταδου- | |
| λισμῶι παθόντος τι Φίλωνος καὶ ἐγδεδομένας Δικαίας ποτ’ ἄνδρα, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν | |
| 15 | οἱ βεβαιωτῆρες καὶ ὁμοίως οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν οὖσαν ἀζά- |
| μιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμ̣[ίας]. μάρτυρες ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ οἱ ἄρχον- | |
| τες Κλέανδρος, Πατρέας, Ἐκέφυλος καὶ ἰδιῶται [․․7-8․․․]ς Μ[ν]ασιθέου, Ἡράκων Παρνασίου, Εὐκλῆς Καλλιστράτου. |