[ ]
Phokis — Delphi — ca. 148 BC
| 1 | [ἄρχο]ν̣τος ἐν Ἐρινεῶι Ἀριστογ̣ένεος |
| [․․․]#⁷Ι#⁷αιου, μηνὸς Ἑσπε[ρ̣ί̣]νου, δωριαρχέον- | |
| [τος] Μικύλου τοῦ Νι̣κοφάνεος Κυτεινιέος, | |
| [ἐν Δε]λφοῖς δὲ ἄρχοντος Θρασυκλέος, μηνὸς Ποι- | |
| 5 | [τρο]πίου, ἀπέδοτο Κλέων Κλευκρίτου, συνευ- |
| [δο]κέοντος [κα]ὶ τοῦ υἱοῦ Κλευκρίτου, τῶι Ἀπόλ- | |
| [λω]ν̣ι̣ σῶμα γυναικεῖον ἇι ὄνομα Μουσὶς τὸ γένος | |
| [ἐκ Κο]ρωνείας, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰντιμὰν | |
| [ἔχ]ει πᾶσαν, καθὼς ἐπίσ̣τευσε Μουσὶς τῶι θεῶ̣ι τὰν ὠνάν, ἐ- | |
| 10 | φ̣’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
| πάντα χρόνον· παραμεινάτω δὲ Μουσὶς παρὰ Κλέωνα ἄχρι οὗ κα ζώ- | |
| η Κλέων ποιέουσα τὸ ἐπιτασσόμενον ἀνεγκλήτως· ἐπεὶ δέ | |
| κά τι πάθη Κλέων, ἐλευθέρα ἔστω Μουσὶς καὶ ἀνέφαπτος ἀπὸ | |
| πάντων καὶ ἀπελθέτω ἔχουσα ἃ κα κατασκεώσητα̣ι Μουσὶς συν̣ευ- | |
| 15 | δοκέοντος Κλέωνος {ἐπεί κά τι πάθη Κλέων}. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ |
| μεταλλάξαι Κλέωνα Μουσίδος ἐπὶ καταδουλισσμῶι, βέβαιον παρε- | |
| χόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν, ὁμοίως δὲ καὶ οἱ πα- | |
| ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Μουσίδα ὡς ἐλευ- | |
| θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
| 20 | ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, |
| Πραξ̣ίας καὶ οἱ ἄρχοντες Δαμόστρατος, Ἀριστόβουλος, Τίμων | |
| Καλλικλέος καὶ ἰδιῶται Εὐαγόρας, Τισέας, Τιμόκριτος, Καλλείδας. | |
| Δελφοὶ, Δαΐφαντος, Πολυκράτης Βοαῖοι, Στρατόνικος Ὑρ̣νιεύς, Πολέμαρ- | |
| χος, Κλέων, Ξενότιμος, Πολύξενος, Νικόβουλος, Σωσικλῆς, Θευγειτώνδας Κο- | |
| 25 | ρωνεῖς. |