[ ]
Phokis — Delphi — 138 BC
| 1 | [ἄρ]χοντος Τιμοκρίτου τοῦ Εὐκλείδα, μηνὸς Δαιδαφορίου, βου[λευ]- |
| όντων τὰν πρώταν ἑξάμηνον Πυρρία τοῦ Ἀρχελάου, Σωτύλου τοῦ Τιμ[οκλέ]- | |
| ος, γραμματεύοντος δὲ Κλεοδάμου τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέ[δο]- | |
| το Κλεόδαμος Καλλιγένεος, συνευδοκεούσας καὶ τᾶς ματέρος αὐ[τοῦ] | |
| 5 | Δαντοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Παρ[μό]- |
| να, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τρι[ῶ]ν, καὶ τὰν τιμὰν ἔχει [πᾶ]- | |
| σαν, καθὼς ἐπίστευσε [Π]αρμόνα τῶι θεῶι τὰν ὠναν. ἐφ’ ὧιτ’ ἐλ[ευ]- | |
| [θ]έρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσ[α] | |
| ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νό[μους] | |
| 10 | τᾶς πόλ[ι]ος. Δαμοσθένης Ἄρχωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα[δου]- |
| λισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπ[οδο]- | |
| μένα συ<ν>ευδο<κέουσα> καὶ ὁ βεβαιωτὴρ Δαμοσθένης. εἰ δὲ μὴ παρέχο[ιν βέ]- | |
| βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον [τᾶς] | |
| πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον[τες] | |
| 15 | [Π]αραμόναν ὡ[ς] ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέο[ντ]ες καὶ ἀνυ- |
| [πό]δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπολλωνος Ἄρχ[ων], | |
| Ἀθαμβος, καὶ ὁ ἄρχοντες Πυρρίας, Σωτύλος, Κλεόδαμος, καὶ ὁ [ν]εωκόρ[ος Ἀτει]- | |
| [σ]ίδας, καὶ ἰδιῶται Πολίτας, Ἀριστίων Ἀναξανδρίδα, Ἁρμ[όδ]ιος, Ἀμύ[ντας], | |
| [Ξ]ενότιμος. |