[ ]
Phokis — Delphi — 138 BC
| 1 | ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδα, μηνὸς Β[ου]- |
| κατίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον | |
| Σωτύλου τοῦ Τιμοκλέος, Πυρρία τοῦ Ἀρχελάου, | |
| γραμματευόντος δὲ Κλευδάμου τοῦ Πολυκρα- | |
| 5 | τεος, ἐν δὲ Ἄβαις ἄρχοντος Ἀρχύτα, μηνὸς |
| Βοαδρομίου, ἐπὶ τοῖσ[δ]ε ἀπέδοτο Ξάνθιππος | |
| Φιλομήλου Ἀβαῖος, <σ>υνευδοκεούσας καὶ | |
| τᾶς ματέρος αὐτοῦ [․]εροῦς τᾶς Ἀριστοκλέ- | |
| ος Φανατιίδος καὶ Τιμάρχου τοῦ Ἀντιόχου Φα- | |
| 10 | νατέος καὶ Ξενοκρατείας τᾶς Φιλομήλου Ἀβαί- |
| ας καὶ Ἀ<λ>καίου τοῦ Ἀγησίλα <Ἀ>μ[β]ρυ<σ>σίου τῶι Ἀ- | |
| πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνο- | |
| μα Ῥόδιον τὸ γένος οἰκογενῆ, τεχνίτιν ῥαφιδή- | |
| αν, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔ- | |
| 15 | χει πᾶσαν, καθὼς ἐπίστ[ε]υσε [Ῥ]όδιον τῶι θε- |
| ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ- | |
| φαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέ- | |
| ουσα ὅ κα θέλῃ [κα]ὶ ἀποτρέχουσα οἷς κα θέλῃ. | |
| βεβαιωτὴρ κατὰ τοὺς ν[ό]μους τᾶς πόλιος. Ἰα- | |
| 20 | τάδας Πάτρωνος, Ἐράσιππος Φιλοκράτεος. |
| εἰ δέ τις ἅπτοιτο Ῥοδί[ο]υ ἐπὶ καταδουλισσμῶι, | |
| βέβαιον παρεχ[ό]ντω[ν τῶ]ι θεῶι τὰν ὠνὰν ὅ | |
| τε ἀποδό[μ]ενος Ξάνθιππος καὶ ο<ἱ> βεβαιωτῆρες | |
| Ἰατάδας καὶ Ἐράσιππος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
| 25 | βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων |
| κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ πα- | |
| ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες [Ῥό]- | |
| [δ]ιον ὡς ἐλευθέραν ἐοῦσαν. μάρτυροι· οἱ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ | |
| 30 | ἄρχοντες Σω[τύ]λος, [Πυρρ]ίας, Ἀτ<ε>ισίδας, Πασί- |
| ων, [․․․․]λος, Αἰακίδας, Βαβύλος, Νικάρετος. |