[ ] Phokis — Delphi — 138/7 BC
1 [ἄρχον]τος Ξενοκρίτου τοῦ Ταραν[τί]νου, μηνὸ[ς]
[Πο]ιτροπί[ου το]ῦ πρώτου, Κλευπάτρα Ἀλέξωνος καὶ Ξε]-
[νόκρι]τοΤαραν]τίνου κ[αὶ ἁ] γυνὴ αὐτοῦ Δαμώνασσα Μνασιδάμο[υ],
[συν]ευδοκεό[ντ]ων καὶ τῶν υἱῶν αὐτῶν Ταραντίνου καὶ Μνασιδά[μ]ου.
5 [ἀπέδοντο τῶι Ἀπ]όλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σωσίχα, τὸ γένος {ἐν}
ἐν[δογε]νῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, στατήρων δέκα δύο, καὶ τὰν
[τ]ιμὰν ἔχοντι πᾶσαν καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’] ὧιτε ἐλευ-
[θ]έρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιεο[ῦ]σα ὅ κα θ[έ]λῃ καὶ ἀ-
ποτρέχουσα οἷς κα θέλῃ. βεβαι[ω]τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀγησίλαος Ταραντί-
10 νου. εἰ δέ [τ]ις ἐφάπτοιτο· Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων
τῶι θεῷ τὰν ὠ[ν]ὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος. εἰ δὲ μὴ πα-
ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς
πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
[Σ]ωσίχαν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
15 [κα]ὶ ζαμίας. μάρτυρο[ι]· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, καὶ οἱ ἄρχοντ[ες Γενναῖ]-
[ος, Σ]ώξενος, Σωσίπατρος, Ἡρακλείδας, Πατρέας, Τιμόκριτος, Καλλ<ε>ίδας, Κλέων, — — —. ἀπ[ε]-
[λύθ]η ἐπὶ Τιμοκρίτου ἄρχοντος. μη[νὸ]ς Ἰλαίου, βουλευόντων [τ]ὰν δευτέραν
[ἑξάμη]νον Ἀ[ρι]στί[ω]νος τοῦ Ἀνα[ξ]ανδρίδα, Πραόχου τοῦ Ἀρχ[ελ]άου, γραμματ[εύ]ον[τος]
[δὲ] Πάτρωνος τοῦ Ἰατάδα.
Search Help
Contact Us