[ ]
Phokis — Delphi — 138/7 BC
| 1 | [ἄρχον]τος Ξενοκρίτου τοῦ Ταραν[τί]νου, μηνὸ[ς] |
| [Πο]ιτροπί[ου το]ῦ πρώτου, Κλευπάτρα Ἀλέξωνος καὶ Ξε]- | |
| [νόκρι]το[ς Ταραν]τίνου κ[αὶ ἁ] γυνὴ αὐτοῦ Δαμώνασσα Μνασιδάμο[υ], | |
| [συν]ευδοκεό[ντ]ων καὶ τῶν υἱῶν αὐτῶν Ταραντίνου καὶ Μνασιδά[μ]ου. | |
| 5 | [ἀπέδοντο τῶι Ἀπ]όλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Σωσίχα, τὸ γένος {ἐν} |
| ἐν[δογε]νῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, στατήρων δέκα δύο, καὶ τὰν | |
| [τ]ιμὰν ἔχοντι πᾶσαν καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’] ὧιτε ἐλευ- | |
| [θ]έρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιεο[ῦ]σα ὅ κα θ[έ]λῃ καὶ ἀ- | |
| ποτρέχουσα οἷς κα θέλῃ. βεβαι[ω]τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀγησίλαος Ταραντί- | |
| 10 | νου. εἰ δέ [τ]ις ἐφάπτοιτο· Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων |
| τῶι θεῷ τὰν ὠ[ν]ὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος. εἰ δὲ μὴ πα- | |
| ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς | |
| πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| [Σ]ωσίχαν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| 15 | [κα]ὶ ζαμίας. μάρτυρο[ι]· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, καὶ οἱ ἄρχοντ[ες Γενναῖ]- |
| [ος, Σ]ώξενος, Σωσίπατρος, Ἡρακλείδας, Πατρέας, Τιμόκριτος, Καλλ<ε>ίδας, Κλέων, — — —. ἀπ[ε]- | |
| [λύθ]η ἐπὶ Τιμοκρίτου ἄρχοντος. μη[νὸ]ς Ἰλαίου, βουλευόντων [τ]ὰν δευτέραν | |
| [ἑξάμη]νον Ἀ[ρι]στί[ω]νος τοῦ Ἀνα[ξ]ανδρίδα, Πραόχου τοῦ Ἀρχ[ελ]άου, γραμματ[εύ]ον[τος] | |
| [δὲ] Πάτρωνος τοῦ Ἰατάδα. |