[ ] Phokis — Delphi — 130 BC
1 ἀγωνοθετέοντος τῶν Λοκρῶν Πανταινέτου [Φ]υσκέος, μηνὸς πρώτου,
ἐν Οἰανθείαι δὲ ἄρχοντος Τιμάρχου, μηνὸς Καρείου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Βουκατίου, ἀπέδοτο Νικόμαχος, Καλλὼ
τῶι Ἀπόλλωνι τῶι ἐν Δελφοῖς σῶμα ἀνδρεῖον, ὧι ὄνομα Πάραλος, τὸ γένος Ὀρ-
5 θωσιῆ, ἐπ’ ἐλευθερίαι, καθὼς ἐπίστευσε αὐτοσαυτὸν Πάραλος, τῶι θεῶι, τιμᾶς
ἀργυρίου μνᾶν πέντε, συνευδοκέοντος τοῦ τε π[α]τρὸς τοῦ Νικομάχου
καὶ Καλλῶς Πειθίνου, καὶ τᾶς ματρὸς αὐτ[ῶν Ξενίας], καὶ Νικασίου, τᾶς Πειθίνου
ματρός. βεβαιωτὴρ κατὰ τὸν νόμον· ΔαμοτέληΚαλ]λικράτεος Φυσκεύς. μάρ-
τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβ[ος, καὶ] οἱ ἄρχοντες Ἁγίων Ἐχε-
10 φύλου, Σωσίπατρος Αἰακίδα, Πάτρων Ἰατάδ[α, ἰδιῶ]ται Δαμοτέλης Ζεύξιος,
Καλλικράτης Δαμοκλέος, Δεξίλαος Τιμοξ[ένου Ο]ἰανθεῖς, Σάτυρος Ῥύβα,
Κλεύνικος Καλλικλέος Λαμιεῖς. τὸ ἀντίγρ[αφ]ον φυλάσσει [Κ]λεόνικος.
Search Help
Contact Us