[ ]
Phokis — Delphi — ca. 124 BC
| 1 | [στραταγέοντος ἐν Θεσσαλίαι Φι]λοκλέος τοῦ Μάκωνος Λα[ρι]- |
| [σαίου, μηνὸς ὡς Θεσσαλοὶ ἄγοντι] Θύου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
| [Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς] ὡς Δελφοὶ ἄγοντι Βυσίου, βου- | |
| [λευόντων τὰν δευτέραν ἑξάμηνο]ν Κλεοδάμου τοῦ Μαντία, Μνα- | |
| 5 | [σιθέου τοῦ Διοδώρου, γραμ]ματεύοντος δὲ Ἄγωνος τοῦ Ἀριστίωνος, |
| [ἐπὶ τοῖσδε ἀπέδοτο Πυρρία]ς Ζωπύρου Θαυμακὸς τῶι Ἀπόλλωνι τῶι | |
| [Πυθίωι σώματα ἀν]δ[ρεῖα δύ]ο, οἷς ὀνόματα Σῖμος, Στρατόνικος, | |
| τὸ [γένος οἰκογ]ε[νῆ, τιμ]ᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν | |
| τιμ[ὰν ἔχει πᾶσ]αν, κα[θὼ]ς ἐπίστευσαν Σῖμος καὶ Στρατόνικος | |
| 10 | τῶι θ[εῶι τὰν ὠ]νάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ ἀπο- | |
| τρέχοντες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ τοὺς νόμους· | |
| Λαμπρόμαχος Πολίτα Μελιταιεύς, Πυλάδας Σωσαμένου Ὑπα- | |
| ταῖος, Πολίτας Ἀσάνδρου Δελφός. εἰ δέ τις ἐφάπτοιτο Σίμου | |
| 15 | ἢ Στρατονίκου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- |
| μενος Πυρρίας καὶ ὁ βεβαιωτῆρες Λαμπρόμαχος, Πυλάδας, Πολί- | |
| τας· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες | |
| Σῖμον καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας, ἀζάμιοι ὄντες καὶ | |
| ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Σωσίπατρος Αἰακίδα, | |
| 20 | Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου, Τιμόκριτος Εὐκλείδα, Δώριππος, Ἀρ- |
| τέμων, Κλεόστρατος οἱ Δωρίππου Δελφοί, Λέων Κλείππου Ἀτράγιος, | |
| Πόλλιχος Φρύνου Γομφεύς, Ὀλυμπιόδωρος Νικοδάμου Σκαρ- | |
| φεύς, Σωτίων Ζωπύρου Ἐρυθραῖος. |