[ ]
Phokis — Delphi — undated — SIG(3) 449B,C; SGDI 2721
| 1 | [Ἀρ]ιστόνοος Νικοσθένους Κορίνθιος |
| [Ἀ]πόλλωνι Πυθίωι τὸν ὕμνον. | |
| Πυθίαν ἱερόκτιτον ναίων Δελφίδ’ | |
| {δ} ἀμφὶ πέτραν ἀεὶ θεσπιόμαντιν | |
| 5 | ἕδραν. ἰὴ ἰὲ Παιάν, |
| Ἄπολλον, Κοίου τε κόρας Λατοῦς σε- | |
| μνὸν ἄγαλμα καὶ Ζηνὸς ὑψίστου, μα- | |
| κάρων βουλαῖς, ὢ ἰὲ Παιάν, | |
| ἔνθ’ ἀπὸ τριπόδων θεοκτήτων, χλ[ω]- | |
| 10 | ρότομον δάφναν σείων, μαντοσύ- |
| ναν ἐποιχνεῖς, ἰὴ ἰὲ Παιάν, | |
| φρικώεντος ἐξ ἀδύτου μελλόν- | |
| των θέμιν εὐσεβῆ χρησμοῖς εὐφθόν- | |
| γου τε λύρας αὐδαῖς ὢ ἰὲ Παιάν. | |
| 15 | Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν βουλαῖς |
| Ζηνὸς ὑπειρόχου, ἐπεὶ Παλλὰς | |
| ἔπεμψε Πυθῶδ{ε}, <ἰὴ> ἰὲ Παιάν, | |
| πείσας Γαῖαν ἀνθοτρόφον Θέμιν | |
| τ’ εὐπλόκαμον θεάν, <αἰ>ὲν εὐλιβάνους | |
| 20 | ἕδρας ἔχεις, ὢ ἰὲ Παιάν. |
| ὅθεν Τριτογενῆ προναίαν ἐμ μαντεί- | |
| <ο>ις ἁ[γί]οις σέβων ἀθανάτοις ἀμοι- | |
| [β]αῖς, ἰὴ ἰὲ Παιάν, χάριν παλαιᾶν χαρί- | |
| των τ<ᾶν> τότ{ε} ἀϊδίους ἔχων μνή- | |
| 25 | μας, ὑψίστα<ι>ς ἐφέπεις τιμαῖς, ὢ ἰὲ Παιάν. |
| δωροῦντ[αι] δέ σ{ε} ἀθάνατοι, Ποσει- | |
| δῶν ἁγνοῖς δαπέδοις, Νύμφαι Κωρυκί- | |
| οισιν ἄντροις, ἰὴ ἰὲ Παιάν, | |
| τριετέσιν φαναῖς Βρόμιος· σεμνὰ | |
| 30 | δ{ὲ} Ἄρτεμις εὐπόνοις κυνῶν ἐμ φυ- |
| λακαῖς ἔχει{ς} τόπους, ὢ ἰὲ Παιάν. | |
| ἀλλ’ ὦ Παρνασσοῦ γυάλων εὐδρό- | |
| σοισι Κασταλίας νασμοῖς σὸν δέ- | |
| μας ἐξαβρύνων, ἰὴ ἰὲ Παιάν, | |
| 35 | χαρεὶς ὕμνοις ἡμετέροις, ὄλβον |
| ἐξ ὁσίων διδοὺς ἀεὶ καὶ σώιζων | |
| ἐφέποις ἡμᾶς, ὢ ἰὲ Παιάν. |