[ ] Phokis — Delphi — undated — SIG(3) 449B,C; SGDI 2721
1 [Ἀρ]ιστόνοος Νικοσθένους Κορίνθιος
[Ἀ]πόλλωνι Πυθίωι τὸν ὕμνον.
Πυθίαν ἱερόκτιτον ναίων Δελφίδ’
{δ} ἀμφὶ πέτραν ἀεὶ θεσπιόμαντιν
5 ἕδραν. ἰὴ ἰὲ Παιάν,
Ἄπολλον, Κοίου τε κόρας Λατοῦς σε-
μνὸν ἄγαλμα καὶ Ζηνὸς ὑψίστου, μα-
κάρων βουλαῖς, ὢ ἰὲ Παιάν,
ἔνθ’ ἀπὸ τριπόδων θεοκτήτων, χλ[ω]-
10 ρότομον δάφναν σείων, μαντοσύ-
ναν ἐποιχνεῖς, ἰὴ ἰὲ Παιάν,
φρικώεντος ἐξ ἀδύτου μελλόν-
των θέμιν εὐσεβῆ χρησμοῖς εὐφθόν-
γου τε λύρας αὐδαῖς ὢ ἰὲ Παιάν.
15 Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν βουλαῖς
Ζηνὸς ὑπειρόχου, ἐπεὶ Παλλὰς
ἔπεμψε Πυθῶδ{ε}, <ἰὴ> ἰὲ Παιάν,
πείσας Γαῖαν ἀνθοτρόφον Θέμιν
τ’ εὐπλόκαμον θεάν, <αἰ>ὲν εὐλιβάνους
20 ἕδρας ἔχεις, ὢ ἰὲ Παιάν.
ὅθεν Τριτογενῆ προναίαν ἐμ μαντεί-
<ο>ις ἁ[γί]οις σέβων ἀθανάτοις ἀμοι-
[β]αῖς, ἰὴ ἰὲ Παιάν, χάριν παλαιᾶν χαρί-
των τ<ᾶν> τότ{ε} ἀϊδίους ἔχων μνή-
25 μας, ὑψίστα<ι>ς ἐφέπεις τιμαῖς, ὢ ἰὲ Παιάν.
δωροῦντ[αι] δέ σ{ε} ἀθάνατοι, Ποσει-
δῶν ἁγνοῖς δαπέδοις, Νύμφαι Κωρυκί-
οισιν ἄντροις, ἰὴ ἰὲ Παιάν,
τριετέσιν φαναῖς Βρόμιος· σεμνὰ
30 δ{ὲ} Ἄρτεμις εὐπόνοις κυνῶν ἐμ φυ-
λακαῖς ἔχει{ς} τόπους, ὢ ἰὲ Παιάν.
ἀλλ’ ὦ Παρνασσοῦ γυάλων εὐδρό-
σοισι Κασταλίας νασμοῖς σὸν δέ-
μας ἐξαβρύνων, ἰὴ ἰὲ Παιάν,
35 χαρεὶς ὕμνοις ἡμετέροις, ὄλβον
ἐξ ὁσίων διδοὺς ἀεὶ καὶ σώιζων
ἐφέποις ἡμᾶς, ὢ ἰὲ Παιάν.
Search Help