[ ]
Phokis — Delphi — ca. 118 BC
1 | [ἄρχον]τ[ος] Ἀμύντα, μηνὸς Ἀ[πελλαίου], |
[βουλ]ευόντων [τὰ]ν [π]ρώταν ἑξάμη[νον Ξενο]- | |
[κρίτου] τοῦ Στησιμένεος, Κλέων[ο]ς τ[οῦ Διο]- | |
[νυ]σίου, γραμματεύοντος δὲ Μνασι[δάμου] | |
5 | [τ]οῦ Ξενοκρίτου, ἀπέδοτο Διονύσιος [Ἀσάν]- |
[δ]ρου, συνευδοκεόντων καὶ τῶν υἱῶν [Ἀσάν]- | |
δρου καὶ Ἀστοξένου, τῶι Ἀπόλλωνι τῶι [Πυθί]- | |
ωι σώματα γυναικεῖα δύο, οἷς ὀνόματα Σ[ωσι]- | |
[κ]ράτεια καὶ ἁ θυγάτηρ αὐτᾶς Σωσικράτεια, | |
10 | [τ]ὸ γένος ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν |
πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς [ἐ]- | |
[π]ίστευσαν τῶι θεῶι τὰν ὠνὰν Σωσικράτεια | |
[μ]εν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίο[ν], | |
[π]οιοῦσαι ὅ κα θέλωντι, καὶ ἀποτρέχουσαι οἷς | |
15 | [κ]α θ[έλ]ωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- |
[λοις· Πο]λυτιμίδας Μελισσίωνος. εἰ δέ τις ἐφ- | |
[άπτοιτο] Σωσικρατείας καὶ Σωσικρατείας ἐπὶ κ[α]- | |
[ταδουλ]ισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰ[ν] | |
[τῶι θεῶ]ι ὅ τε ἀποδόμενος Διονύσιος καὶ ὁ βε- | |
20 | [βαιωτ]ὴρ Πολυτιμιδας κατὰ τὸν νόμον ὁμοίως [δὲ] |
[καὶ] οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέον- | |
[τες] Σωσικράτειαν καὶ Σωσικράτειν ὡς ἐλε[υ]- | |
[θέρας οὔσας], ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πά[σας] | |
[δίκας κα]ὶ ζαμίας. μάρτυροι· πολίτας Ἀ[σάν]- | |
25 | [δρου, Μενέστ]ρατος Καλλείδα, Σωτύλος [․․․․․] |
[․․․․․․․․․], Ἡράκων Παρνάσσίου. |