[ ]
Phokis — Delphi — ca. 118 BC
| 1 | [ἄρχον]τ[ος] Ἀμύντα, μηνὸς Ἀ[πελλαίου], |
| [βουλ]ευόντων [τὰ]ν [π]ρώταν ἑξάμη[νον Ξενο]- | |
| [κρίτου] τοῦ Στησιμένεος, Κλέων[ο]ς τ[οῦ Διο]- | |
| [νυ]σίου, γραμματεύοντος δὲ Μνασι[δάμου] | |
| 5 | [τ]οῦ Ξενοκρίτου, ἀπέδοτο Διονύσιος [Ἀσάν]- |
| [δ]ρου, συνευδοκεόντων καὶ τῶν υἱῶν [Ἀσάν]- | |
| δρου καὶ Ἀστοξένου, τῶι Ἀπόλλωνι τῶι [Πυθί]- | |
| ωι σώματα γυναικεῖα δύο, οἷς ὀνόματα Σ[ωσι]- | |
| [κ]ράτεια καὶ ἁ θυγάτηρ αὐτᾶς Σωσικράτεια, | |
| 10 | [τ]ὸ γένος ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν |
| πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, καθὼς [ἐ]- | |
| [π]ίστευσαν τῶι θεῶι τὰν ὠνὰν Σωσικράτεια | |
| [μ]εν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίο[ν], | |
| [π]οιοῦσαι ὅ κα θέλωντι, καὶ ἀποτρέχουσαι οἷς | |
| 15 | [κ]α θ[έλ]ωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό- |
| [λοις· Πο]λυτιμίδας Μελισσίωνος. εἰ δέ τις ἐφ- | |
| [άπτοιτο] Σωσικρατείας καὶ Σωσικρατείας ἐπὶ κ[α]- | |
| [ταδουλ]ισμῶι, βέβαιον παρεχόντων τὰν ὠνὰ[ν] | |
| [τῶι θεῶ]ι ὅ τε ἀποδόμενος Διονύσιος καὶ ὁ βε- | |
| 20 | [βαιωτ]ὴρ Πολυτιμιδας κατὰ τὸν νόμον ὁμοίως [δὲ] |
| [καὶ] οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέον- | |
| [τες] Σωσικράτειαν καὶ Σωσικράτειν ὡς ἐλε[υ]- | |
| [θέρας οὔσας], ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πά[σας] | |
| [δίκας κα]ὶ ζαμίας. μάρτυροι· πολίτας Ἀ[σάν]- | |
| 25 | [δρου, Μενέστ]ρατος Καλλείδα, Σωτύλος [․․․․․] |
| [․․․․․․․․․], Ἡράκων Παρνάσσίου. |