[ ]
Phokis — Delphi — ca. 78 BC
| 1 | [ἄ]ρχοντος Λαιάδα, μηνὸς Δαιδαφορίου, βο[υ]λευόντων Ἀρχία, Διονυσίου, Νικοστράτου, Θεοχάριος ἐπὶ τ[οῖσδε] |
| ἀπέδοτο Ἰράνα, συνευαρεστέοντος καὶ τ[οῦ] υἱοῦ αὐτὰς Βίωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνο[μα Σω]- | |
| τηρίς, τὸ γένος Β<οι>ωτά, τειμᾶς ἀργυρίου μ[νᾶ]ν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους [τᾶς] | |
| πόλιος· Δάμων Μένητος. παραμ<ε>ινάτω δὲ [Σω]τηρὶς Εἰράνᾳ, ποιοῦσα πᾶν τὸ ἐπ[ιτασσόμενον ἀνεγκλήτως· εἰ δὲ μ[ὴ πα]- | |
| 5 | [ρ]αμείναι, ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμενον [Σωτη]ρίς, ἐξουσίαν ἐχέτω Εἰράνα ἐπιτιμέουσα καὶ ψοφεύσασα καὶ δ[ιδέ]- |
| ουσ[α τρόπω]ι ὧι κα θέλῃ. ἐπεί κά τι ἀνθρώ[πινον γένηται π]ερὶ Ἰράναν, ἐλευθέρα ἔστω | |
| [Σ]ω[τηρίς, καὶ ποι]είτω ὅ κα θέλῃ. εἰ δέ τις ἐφ[άπτοιτο Σωτηρίος ἐπὶ κ]αταδουλισμῷ, κύριος | |
| ἔστω συλέων [ὁ] [παρατυχὼν ὡ]ς ἐλ[ευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ] | |
| ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας, [καὶ ὁ βεβαιωτὴρ βέβαιον πα]- | |
| 10 | ρεχέτω τὰν ὠνὰν τῶι θεῷ. μάρτυροι· οἱ [ἱερεῖς Ξενοκράτης Ἀγησιλά]- |
| ου, Αἰακίδας Βαβύλου, Βαβύλος Λα[ιάδα, ․․․․․․․․․․․․․․․․․]- | |
| του, Νικόστρατος Εὐδώρου, Σώτας [․․․․․․․․․․] |