[ ] Phokis — Delphi — undated
1 [λατέων οἱ ἄρχ]οντες Δελῶ]ν [το]ῖς ἀρχό[ντ]οις κ[αὶ]
τᾶι πόλει χαίρειν. γινώσκετε τὰν ποτεσφραγισμμ[έ]-
ναν τῶι ἐπιστολίωι ἀπελευθερίαν, ἀναγεγραμμένα[ν]
ἐν τῶι παρ’ ἁμὲ ἱερῶι τ<ῶ>ι ἐν Ἀσκλαπιείωι. ὑμεῖς οὖν εὖ ποι[ή]-
5 σετε, φροντίξαντες ὅπως καὶ παρ’ ὑμὲ ἀναγραφῇ ἁ αὐ-
τὰ ἀπελευθέρωσις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
τοῦ Πυθίου.
ἄρχοντος Νικάνδρου, μηνὸς ἕκτου, ἐν ἐννόμ[ωι]
ἐκκλησίαι, γραμματεύοντος τῶν συνέδρων
10 Ἐπικράτεος τοῦ Νέωνος, ἀφίητι Ἄγων καὶ Τίμαν-
δρος Λαοδίκαν ἐλευθέραν, παραμ<ε>ίνασαν παρὰ Τίμαν-
δρον ἄχρι κα ζώῃ Τίμανδρος, συν[επ]αινε[ού]σας καὶ τ[ᾶ]ς
γυναικὸς Ἄγωνος Ξενοτίμας, [ἐ]πεὶ κ[ατ]έβαλε τ[ὰ]
λύτρα ἐκ τῶν πολεμίων Ἄγωνι καὶ Τιμ[άνδρ]ωι. μ[ὴ]
15 ἐξέστω [δὲ] καταδουλίξασ<θ>αι μηδὲ ἄγειν Λαο[δί]-
καν κατὰ μηθένα τρόπον, ἀλλὰ ἐλευθέρα καὶ ἀνέφ[α]-
πτος Λαοδίκα ἔστω· εἰ δὲ μὴ, ἀποτισάτω ὁ καταδουλ[ι]-
ζόμενος ἢ ἄγων, ὡς ἀπελεύθε[ρ]ον, ποθίερον τῶι Ἀσκλα-
πίωι καὶ τᾶι πόλει τῶν Ἐλατέων, ἀργυρίου μνᾶς τρ[ι]-
20 άκοντα, καὶ ὁμοίως Λαοδίκα ἐλευθέρα [ἔ]στω, καὶ ἐγ[δι]-
καζέσθωσαν οἱ ἄρχοντες οἱ ἀεὶ ἔναρχοι ἐόντες κα[ὶ]
οἱ ἱερεῖς τοῦ Ἀσκλαπίου καὶ ἄλλος ὁ θέλων ὑπὲρ Λ[α]-
οδίκαν, ἀνυπεύθυνος ἐών, ἐπὶ τῷ ἡ[μί]σωι τοῦ ἐπιτ[ι]-
μίου· τὸ δὲ ἥμισον ἔστω ποθίερον τοῦ Ἀσκλαπίου. πα[ρα]-
25 μ<ε>ινάτω δὲ Λαοδίκα παρὰ Τίμανδρον ἄχρι κα ζώῃ Τίμ[αν]-
[δρος. μάρτυρες· ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]
Εὔξενος Φιλοξένου, Ἀνδρόνικος, Καλλικράτης ὁ ἱε[ρεύς],
Εὐκλείδας, Πυθέας, Σωτέλης Κλευξενίδα, Κλευ[․․․․․․]
․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․
Search Help
Contact Us