[ ]
Phokis — Delphi — undated
| 1 | ἐ[λατέων οἱ ἄρχ]οντες Δελ[φῶ]ν [το]ῖς ἀρχό[ντ]οις κ[αὶ] |
| τᾶι πόλει χαίρειν. γινώσκετε τὰν ποτεσφραγισμμ[έ]- | |
| ναν τῶι ἐπιστολίωι ἀπελευθερίαν, ἀναγεγραμμένα[ν] | |
| ἐν τῶι παρ’ ἁμὲ ἱερῶι τ<ῶ>ι ἐν Ἀσκλαπιείωι. ὑμεῖς οὖν εὖ ποι[ή]- | |
| 5 | σετε, φροντίξαντες ὅπως καὶ παρ’ ὑμὲ ἀναγραφῇ ἁ αὐ- |
| τὰ ἀπελευθέρωσις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος | |
| τοῦ Πυθίου. | |
| ἄρχοντος Νικάνδρου, μηνὸς ἕκτου, ἐν ἐννόμ[ωι] | |
| ἐκκλησίαι, γραμματεύοντος τῶν συνέδρων | |
| 10 | Ἐπικράτεος τοῦ Νέωνος, ἀφίητι Ἄγων καὶ Τίμαν- |
| δρος Λαοδίκαν ἐλευθέραν, παραμ<ε>ίνασαν παρὰ Τίμαν- | |
| δρον ἄχρι κα ζώῃ Τίμανδρος, συν[επ]αινε[ού]σας καὶ τ[ᾶ]ς | |
| γυναικὸς Ἄγωνος Ξενοτίμας, [ἐ]πεὶ κ[ατ]έβαλε τ[ὰ] | |
| λύτρα ἐκ τῶν πολεμίων Ἄγωνι καὶ Τιμ[άνδρ]ωι. μ[ὴ] | |
| 15 | ἐξέστω [δὲ] καταδουλίξασ<θ>αι μηδὲ ἄγειν Λαο[δί]- |
| καν κατὰ μηθένα τρόπον, ἀλλὰ ἐλευθέρα καὶ ἀνέφ[α]- | |
| πτος Λαοδίκα ἔστω· εἰ δὲ μὴ, ἀποτισάτω ὁ καταδουλ[ι]- | |
| ζόμενος ἢ ἄγων, ὡς ἀπελεύθε[ρ]ον, ποθίερον τῶι Ἀσκλα- | |
| πίωι καὶ τᾶι πόλει τῶν Ἐλατέων, ἀργυρίου μνᾶς τρ[ι]- | |
| 20 | άκοντα, καὶ ὁμοίως Λαοδίκα ἐλευθέρα [ἔ]στω, καὶ ἐγ[δι]- |
| καζέσθωσαν οἱ ἄρχοντες οἱ ἀεὶ ἔναρχοι ἐόντες κα[ὶ] | |
| οἱ ἱερεῖς τοῦ Ἀσκλαπίου καὶ ἄλλος ὁ θέλων ὑπὲρ Λ[α]- | |
| οδίκαν, ἀνυπεύθυνος ἐών, ἐπὶ τῷ ἡ[μί]σωι τοῦ ἐπιτ[ι]- | |
| μίου· τὸ δὲ ἥμισον ἔστω ποθίερον τοῦ Ἀσκλαπίου. πα[ρα]- | |
| 25 | μ<ε>ινάτω δὲ Λαοδίκα παρὰ Τίμανδρον ἄχρι κα ζώῃ Τίμ[αν]- |
| [δρος. μάρτυρες· ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] | |
| Εὔξενος Φιλοξένου, Ἀνδρόνικος, Καλλικράτης ὁ ἱε[ρεύς], | |
| Εὐκλείδας, Πυθέας, Σωτέλης Κλευξενίδα, Κλευ[․․․․․․] | |
| ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ |