[ ]
Phokis — Delphi — 129 AD — SIG(3) 836
| 1 | θεός. τύχα ἀ[γ]αθά. ἐν Δελφοῖς |
| ἄρχοντος Αὐτοκράτορος Καίσαρος Ἁδριάνου τὸ βʹ, | |
| μηνὸς Ἀπελλαίου ζʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, εἰσηγη[σα]- | |
| μένου Κτήσωνος τοῦ Σωτήρου, καὶ εἰπόντος· "Π. Κα- | |
| 5 | τίλλιος Μάκερ Νικαιεύς, ἀνὴρ ἤθει καὶ παιδείᾳ διαφέ- |
| ρων, ἀναστρεφόμενος πολλοῖς ἤδη χρόνοις | |
| παρ’ ἡμεῖν, δείγματα δέδωκεν καὶ καθ’ ἕνα καὶ κο[ι]- | |
| νῇ πᾶσιν ἡμῖν τῆς τε πρὸς τὸν Πύθιον εὐσεβεία[ς] | |
| καὶ τῆς πρὸς τὴν πόλιν ἡμῶν εὐνοίας· διὸ καλῶς | |
| 10 | ἔχειν ἡγοῦμαι ἄνδρα τοιοῦτον εἶναι πολείτην ἡ- |
| μέτερον"· ἐπαινεθέντος τοῦ ἀνδρὸς ὑπὸ τοῦ | |
| δήμου, καὶ μαρτυρηθέντος ἐπὶ τούτοις, ἔδο- | |
| ξε τῇ βουλῇ καὶ τῷ δήμῳ Πο. Κατίλλιον Μάκερα | |
| εἶναι πολείτην καὶ βουλευτήν· δεδόσθαι τε αὐτῷ | |
| 15 | καὶ τὰς ἄλλας τειμὰς αἳ τοῖς καλοῖς κἀγαθοῖς ἀνδρά[σιν] |
| δίδονται· καὶ ἔδοξεν ἀνα- | |
| γραφῆναι τὴν πολειτείαν, | |
| [β]ουλευόντων Σωτήρου τοῦ | |
| [Σ]ωτήρου καὶ Τιβ. Ἰουλίου Ὕλα. |