[ ]
Phokis — Delphi — undated
| 1 | θεός. τύχα ἀγαθά. |
| Δελφοὶ ἔδωκαν ἐν ἐννόμ[ῳ] ἐκκλησίᾳ Θεμίσιω- | |
| νι Φιλοξένου Ἀθηναίῳ πολειτίαν, αὐτῷ καὶ ἐγγό- | |
| νοις, προμαντείαν, προξενίαν, προδικί[α]ν, ἀσυλίαν, προεδρ[ί]- | |
| 5 | [α]ν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔνκ[τ]ησι[ν], καὶ τἄλλα τείμια ὅσα |
| τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι[ν ἔ]θος ἐστὶν δίδοσ- | |
| <θ>αι, ἐπιδὴ καλῶς καὶ εὐσεβῶς πρός <τ>ε τὸν θεὸν καὶ | |
| ἡμᾶς ἀνέστραπται παρ’ ὅλον τὸν βίον. |