[ ]
Phokis — Delphi — ca. 153? 215? BC
| 1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[ό]- |
| μοις. ἐπεὶ Λέων Κιχησίου Ἀθηναῖος εὔνους ὢν διατελεῖ ποτί τε τὸ ἱερ[ὸ]ν | |
| καὶ τὰν πόλιν, ἀγαθᾶι τύχαι, ἐπαινέσαι Λέοντα, καὶ ὑπάρχειν αὐτῶι παρὰ | |
| τᾶς πόλιος προξενίαν, προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, καὶ τἄλλα τίμια | |
| 5 | πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις παρὰ τᾶς πό- |
| λιος ὑπάρχει. ἄρχοντος Εὐδώρου, βουλευόντων τὰν δευτέραν ἑξά- | |
| μηνον Θρασυκλέος τοῦ Πραξία, Ἀντιγένεος τοῦ Διοδώρου, Εὐκλέος τοῦ Καλλιστράτου. |