[ ] Phokis — Delphi — ca. 153? 215? BC
1 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐνν[ό]-
μοις. ἐπεὶ Λέων Κιχησίου Ἀθηναῖος εὔνους ὢν διατελεῖ ποτί τε τὸ ἱερ[ὸ]ν
καὶ τὰν πόλιν, ἀγαθᾶι τύχαι, ἐπαινέσαι Λέοντα, καὶ ὑπάρχειν αὐτῶι παρὰ
τᾶς πόλιος προξενίαν, προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, καὶ τἄλλα τίμια
5 πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις παρὰ τᾶς πό-
λιος ὑπάρχει. ἄρχοντος Εὐδώρου, βουλευόντων τὰν δευτέραν ἑξά-
μηνον Θρασυκλέος τοῦ Πραξία, Ἀντιγένεος τοῦ Διοδώρου, Εὐκλέος τοῦ Καλλιστράτου.
Search Help
Contact Us