[ ] Phokis — Delphi — ca. 151 BC — SIG(3) 654B+
1 θ[εός. τύχαν ἀγαθάν].
ἄρχοντος [Πεισιθέου τοῦ Ξένωνος, βου]λευόντω[ν τὰν δευτέραν ἑξάμηνον Εὐδόκου τοῦ Πραξί]-
α, Ἀγησιλάου [τοῦ Ταραντίνου, Γλαύκου τοῦ] Ξένωνο[ς, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελεί]-
ωι σὺμ ψάφοις [ταῖς ἐννόμοις· ἐπειδὴ ․․․․․․․․․․․․․․․․․․․․ Ἀθηναῖος εὐσεβὴς ὢν διετέλει καὶ ὅσι]-
5 ος ποτὶ αὐτὸν [τὸν θεὸν, εὔνους δὲ καὶ φιλότιμος εἰς τὸν δᾶμον τὸν Δελφῶν, καὶ νῦν, παραγενό]-
μενος ἐπὶ τὰν [πόλιν ἁμῶν, τάν τέ ἀναστροφὰν καὶ ἐπιδαμίαν ἐποιήσατο καλῶς καὶ εὐσχημόνως καὶ]
ἀξίως τοῦ τε θ[εοῦ καὶ τᾶς πατρίδος καὶ τᾶς ἁμετέρας πόλιος, ἐξ ἰδίων ἀναλώσας οὐκ όλίγον]
χρῆμα τῶι τοῦ [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․․․․․․․․․․]
τοις· ἀγαθᾶι τύχαι· [δεδόχθαι ἐπαινέσαι μὲν ․․․․․․․․․․․․․․․․․․ Ἀθηναῖον ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐ]-
10 σεβείαι καὶ ὁσιότατι [καὶ τᾶι εἰς τὰν πόλιν εὐνοίαι καὶ φιλοτιμίαι, καὶ ὅτι τὰν ἐπιδαμίαν ἐποιήσατο ἀξίως]
τοῦ τε θεοῦ καὶ τᾶς Ἀθη[ναίων πόλιος καὶ τοῦ δάμου τοῦ ἁμετέρου, δεδόσθαι δὲ αὐτῶι καὶ ἐγγόνοις]
παρὰ τᾶς πόλιος προξ[ενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, θεαροδοκίαν, ἀτέλειαν πάντων],
προεδρίαν ἐμ πᾶσι το[ῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, εἶμεν δὲ αὐτῶι καὶ ἐγγόνοις γᾶς καὶ]
οἰκίας ἔγκτησιν, καὶ τὰ [λοιπὰ τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις]
15 τᾶς πόλιος ὑπάρχει, [ἀποστεῖλαι δὲ καὶ ποτὶ τὸν δᾶμον ξένια τὰ μέγιστα ἐκ τῶν]
νόμων, καλέσαι δὲ αὐτὸν [καὶ ἐν τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑστίαν, ἀναγράψαι δὲ]
τοὺς ἄρχοντας ἐν τῶι ἐ[πιφανεστάτωι τόπωι τοῦ ἱεροῦ τόδε τὸ ψάφισμα, ἀπο]-
στεῖλαι δὲ καὶ ποτὶ τὸν δᾶμ[ον τὸν Ἀθηναίων τὸ ἀντίγραφον, ὅπως πύθωνται πάντες].
Search Help