[ ]
Phokis — Delphi — ca. 225 BC
| 1 | θεοί. |
| Δελφοὶ ἔδωκαν Χαιρέαι Ἀθηνο- | |
| δώρου Ἀθηναίωι, δήμου Εἰτε- | |
| αίωι, φυλῆς Ἀντιοχίδος, αὐτῶι | |
| 5 | καὶ ἐκγόνοις, προξενίαν, προ- |
| μαντείαν, προεδρίαν, προδικί- | |
| αν, ἀσυλίαν, ἀτέλειαν πάντων, | |
| καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις. | |
| 10 | ἄρχοντος Κρίτωνος, βουλευ- |
| όντων Καλλικράτεος, Φαίνι- | |
| ος, Ἀρχελάου, Διοδώρου, Χαι- | |
| ρίκωνος. |