[ ]
Phokis — Delphi — undated — SIG(3) 448; SGDI 2741
| 1 | Δελφοὶ ἔδωκαν Κλεάνδρωι Ἀπολλοφάνου Κολοφονίωι, ἐπῶν ποητῆι, αὐτῶι καὶ |
| ἐγγόνοις, προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀ- | |
| τέλειαν πάντων, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐ- | |
| εργέταις. ἄρχοντος Ε<ὐ>θύωνος, βουλευόντων Κλέωνος, Κράτωνος, | |
| 5 | Πάσωνος. |