[ ] Phokis — Delphi — undated — SIG(3) 448; SGDI 2741
1 Δελφοὶ ἔδωκαν Κλεάνδρωι Ἀπολλοφάνου Κολοφονίωι, ἐπῶν ποητῆι, αὐτῶι καὶ
ἐγγόνοις, προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀ-
τέλειαν πάντων, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐ-
εργέταις. ἄρχοντος Ε<ὐ>θύωνος, βουλευόντων Κλέωνος, Κράτωνος,
5 Πάσωνος.
Search Help
Contact Us