[ ]
Phokis — Delphi — ca. 277 BC — SIG(3) 395
| 1 | [ἔ]δοξε τᾶι π[όλε]ι τῶν Δελφῶν. ἐπειδὴ Γλαύκων Ἐτεοκλέους Ἀθην[αῖ]- |
| [ο]ς διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ πο<τ>ὶ τὸ ἱερὸν εὐσεβέων, καὶ τᾶι πό- | |
| [λ]ει κοινᾶι καὶ τοῖς ἐντυνχανόν[τοι]ς ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώ- | |
| πως χρείμενος, ἀναγράψαι Γλαύκωνα εὐεργέταν τοῦ ἱεροῦ καὶ τᾶς | |
| 5 | πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐτῶι καὶ ἐγγόνοις προμαντεί- |
| αν, προδικίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐν τοῖς ἀγώνοις, ἀσυλ[ί]- | |
| αν, ἀσφάλειαν, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλιος εὐεργέταις τοῦ ἱεροῦ | |
| καὶ τᾶς πόλιος. ἄρχοντος Ἐρασίππου, βουλευόντων Χαριξένου, Αἰακ[ί]- | |
| [δ]α, Μελισ<σ>ίωνος. |