[ ] Phokis — Delphi — ca. 277 BC — SIG(3) 395
1 [ἔ]δοξε τᾶι π[όλε]ι τῶν Δελφῶν. ἐπειδὴ Γλαύκων Ἐτεοκλέους Ἀθην[αῖ]-
[ο]ς διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ πο<τ>ὶ τὸ ἱερὸν εὐσεβέων, καὶ τᾶι πό-
[λ]ει κοινᾶι καὶ τοῖς ἐντυνχανόν[τοι]ς ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώ-
πως χρείμενος, ἀναγράψαι Γλαύκωνα εὐεργέταν τοῦ ἱεροῦ καὶ τᾶς
5 πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐτῶι καὶ ἐγγόνοις προμαντεί-
αν, προδικίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐν τοῖς ἀγώνοις, ἀσυλ[ί]-
αν, ἀσφάλειαν, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλιος εὐεργέταις τοῦ ἱεροῦ
καὶ τᾶς πόλιος. ἄρχοντος Ἐρασίππου, βουλευόντων Χαριξένου, Αἰακ[ί]-
[δ]α, Μελισ<σ>ίωνος.
Search Help